April 23 / April 10
2018 (7526)
HOLY MARTYRS TERENCE, POMPEY AND THOSE WITH THEM
Newly Revealed Martyrs Archimandrite RAPHAEL, Deacon NICHOLAS and child IRENE of Lesbos, and St ELENI and those with them
Hieromartyr GREGORY V Patriarch of Constantinople
Troparion of Martyrs of Carthage Tone 4
A chosen army of Athletes from Africa/ contested nobly for the Faith./ They were of one mind and heart/ and of one accord in their struggle./ Now they intercede that we all may be saved.
Ἀπολυτίκιον. Ἅγιος Μάρτυρες στὴν Καρθαγένη Ἦχος πλ. α´
Τῶν ἁγίων Μαρτύρων τά κατορθώματα, οὐρανῶν αἱ δυνάμεις ὑπερεθαύμασαν, ὅτι ἐν σώματι θνητῷ, τόν ἀόρατον ἐχθρόν τῇ δυνάμει τοῦ Σταυροῦ, ἀγωνισάμενοι καλῶς, ἐνίκησαν ἀοράτως, καί νῦν πρεσβεύουσι τῷ Κυρίῳ ἐλεηθῆναι τάς ψυχάς ἡμῶν.
Ἀπολυτίκιον. Ἅγιος Μάρτυρες στὴν Καρθαγένη Ἦχος δ´. Ταχὺ προκατάλαβε
Στρατὸς θεοσύλλεκτος, πανευκλεῶν Ἀθλητῶν, στερρότητι πίστεως, ἐξ Ἀφρικῆς συνδραμών, γενναίως ἠγώνισται· σύμφρονες γὰρ τῇ γνώμῃ, καὶ τοῖς τρόποις ὀφθέντες, σύναθλοι ἐν ἀγῶσιν, ἀνεδείχθησαν πάντες. Καὶ νῦν καθικετεύουσι, σώζεσθαι ἅπαντας.
Ἀπολυτίκιον. Μάρτυρες τῆς Λέσβου Ἦχος δ´. Ταχὺ προκατάλαβε
Ἐν Λέσβῳ, ἀθλήσαντες, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, αὐτὴν ἡγιάσατε, τῇ τῶν Λειψάνων ὑμῶν, εὑρέσει μακάριοι. Ὅθεν ὑμᾶς τιμῶμεν, Ῥαφαὴλ θεοφόρε, ἅμα σὺν Νικολάῳ καὶ παρθένῳ Εἰρήνῃ, ὡς θείους ἡμῶν προστάτας καὶ πρέσβεις πρὸς Κύριον.
Ἀπολυτίκιο τοῦ Ἁγίου Ραφαήλ. Ἦχος α´. Τῆς ἐρήμου πολίτης
Τῆς Ἰθάκης τὸν γόνον καὶ τῆς Λέσβου τὸ καύχημα, Ὁσιομαρτύρων τὴν δόξαν Ῥαφαὴλ εὐφημήσωμεν· ἀρτίως γὰρ ἡμῖν φανερωθείς, ἰάματα πηγάζει τοῖς πιστοῖς, καὶ κατ’ ὄναρ καὶ καθ’ ὕπαρ ὑπερφυῶς, ὀπτάνεται τοῖς κράζουσι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐκπληροῦντι διὰ σοῦ, ἡμῶν τὰ αἰτήματα.

Τοῦ θείου Λειψάνου σου, τῇ ἀνευρέσει σοφέ, ἡ Λέσβος πεπλήρωται, τῆς ἐκ Θεοῦ δαψιλῶς, δοθείσης σοι χάριτος· σὺ γὰρ Ὁσιομάρτυς, Ῥαφαὴλ παραδόξως, φαίνῃ πλείστοις ἀνθρώποις, καὶ ἰάσεις παρέχεις· διὸ τοῖς θαυμασίοις σου, πιστοὶ εὐφραινόμεθα.
Ἀπολυτίκιον. Ἅγιος Γρηγόριος Ἦχος α´. Τῆς ἐρήμου πολίτης
Δημητσάνης τὸν γόνον Βυζαντίου τὸν πρόεδρον, καὶ τὸ τῆς Ἑλλάδος ἁπάσης γέρας θεῖον καὶ καύχημα, Γρηγόριον τιμήσωμεν πιστοί, ὡς Μάρτυρα Χριστοῦ πανευκλεῆ, ἵνα λάβωμεν πταισμάτων τὸν ἱλασμόν, παρὰ Θεοῦ κραυγάζοντες· δόξα τῷ δεδωκότι σου ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐν εὐκλείᾳ οὐρανῶν, δοξάσαντί σε Ἅγιε.
Ἀπολυτίκιον. Ἅγιος Γρηγόριος Ἦχος δ´. Ταχὺ προκατάλαβε
Ὁσίως ἱέρευσας, τῷ ἐπὶ πάντων Θεῷ, καὶ θῦμα εὐπρόσδεκτον, ὡς ἐναθλήσας καλῶς, Χριστῷ προσενήνεξαι. Ὅθεν ἡ σὴ ἀγχόνη, ἀληθῶς ἀνεδείχθη, λύτρον μακρᾶς δουλείας, τῶν Ἑλλήνων τῷ γένει· διὸ Ἱερομάρτυς, Γρηγόριε τιμῶμέν σε.
●
Kontakion of Martyrs of Carthage Tone 1
Let us celebrate the memory of Terence and his companions/ and draw near to receive healing./ For with grace and power of the Spirit/ they heal the sicknesses of our souls.
Kontakion of Martyrs of Carthage Tone 2 "The Theotokos, who is ever-vigilant..."
Today the honored memorial/ of the martyrs Terence and his companions/ hath arrived, gladdening all things. Wherefore, let us hasten, that we may receive healing;/ for they have received from God the grace of the Holy Spirit,// for healing the infirmities of our souls.
Κοντάκιον. Ἅγιος Μάρτυρες στὴν Καρθαγένη Ἦχος δ’. Ἐπεφάνης σήμερον
Ὡς Χριστοῦ ἀκόλουθοι οἱ Ἀθλοφόροι, ἐν σταδίῳ ἔλεγον, ἀγωνιζόμενοι στερρῶς· Μὴ δειλιάσωμεν σύναθλοι· τρυφὴ γὰρ μένει ὑμᾶς ἀδιάδοχος.
Κοντάκιον. Μάρτυρες τῆς Λέσβου Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Οἱ ἐμφανῶς ὑπὲρ Χριστοῦ ἠθληκότες, καὶ ὑπὸ γῆν χρόνοις πολλοῖς κεκρυμμένοι, ξενοπρεπῶς ἡμῖν ἐφανερώθησαν, Ῥαφαὴλ Νικόλαος, καὶ Εἰρήνη ἡ θεία, καὶ οἱ συναθλήσαντες, μετ’ αὐτῶν θεοφρόνως, οὓς ὡς προστάτας καὶ θαυματουργούς, Ὁσιομάρτυρας, πάντες τιμήσωμεν.
Κοντάκιον. Ἅγιος Γρηγόριος Ἦχος γ’. Ἡ Παρθένος σήμερον
Ἱεράρχης ἔνθεος, γεγενημένος θεόφρον, τὴν ἀγχόνην ἤνεγκας, ὑπὲρ τῆς ποίμνης σου χαίρων. Ὅθεν σου, τῷ μαρτυρίῳ ἐγκαυχωμένη, ᾄδει σοι, Ἑλλὰς ἑόρτιον θεῖον ὕμνον, καὶ τὸ χαῖρέ σοι κραυγάζει, Ἱερομάρτυς Πάτερ Γρηγόριε.
●
Μεγαλυνάριον. Ἅγιος Μάρτυρες στὴν Καρθαγένη
Πλάνης καταπτύσαντες τῶν θεσμῶν, τῇ ὁμολογίᾳ, παρετάξασθε τοῦ Χριστοῦ, κατὰ τῶν ἀνόμων, γενναῖοι Ἀθλοφόροι· διὸ τῶν ἀϊδίων, γερῶν ἐτύχετε.
Μεγαλυνάριον. Μάρτυρες τῆς Λέσβου
Τοὺς Ὁσιομάρτυρας τοῦ Χριστοῦ, Ῥαφαὴλ τὸν θεῖον, καὶ Νικόλαον τὸν σεπτόν, ἅμα σὺν Εἰρήνη, τῆς Λέσβου τοὺς προστάτας, ὡς πᾶσι βοηθοῦντας, ὕμνοις τιμήσωμεν.
Μεγαλυνάριον. Ἅγιος Γρηγόριος
Χαίροις Βυζαντίου θεῖος ποιμήν· χαίροις τῆς Ἑλλάδος, ἐγκαλλώπισμα ἱερόν· χαίροις Ἱεράρχα, καὶ Μάρτυς τοῦ Κυρίου, Γρηγόριε παμμάκαρ, Ἀγγέλων σύσκηνε.

No comments:
Post a Comment