April 28 / April 15
2018 (7526)
HOLY HIEROMARTYR LEONIDES ― BISHOP OF ATHENS
MARTYR CRISCENTIOS OF LYCIAN MYRA
HOLY APOSTLES OF THE SEVENTY ― ARISTARCHOS, PUDENS & TROPHIMUS
Troparion of St Leonides Tone 4
O blessed Father Leonides,/ shepherd and Hierarch of Athens,/ thou hast destroyed error and contended unto death;/ thou good servant of Christ,/ pray for those who honour thee.
Ἀπολυτίκιον. Ἅγιος Λεωνίδης Ἀθηνῶν Ἦχος δ´’. Ταχὺ προκατάλαβε
Ποιμὴν ἱερώτατος, καὶ Ἱεράρχης σοφός, τῆς πόλεως γέγονας, τῶν Ἀθηνῶν τῆς κλεινῆς, Λεωνίδα μακάριε· ὅθεν ἱερατεύσας, τῷ Σωτῆρι ὁσίως, ἤθλησας ὑπὲρ φύσιν, καὶ τὴν πλάνην καθεῖλες. Καὶ νῦν Πάτερ ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.
Ἀπολυτίκιον. Ἅγιος Κρήσκης Ἦχος α´. Τῆς ἐρήμου πολίτης
Τῷ τῆς πίστεως ζήλῳ πτερωθεὶς τὴν διάνοιαν, πρὸς ἀθλητικὰς ἀριστείας ἀνδρικῶς προσεχώρησας, καὶ ὤφθης τοῦ Σωτῆρος κοινωνός, βασάνους ὑπὲρ φύσιν ἐνεγκών· διὰ τοῦτο ἐδοξάσθης παρὰ Θεοῦ, Κρήσκη θεομακάριστε. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Troparion of the Apostles Tone 3
Holy Apostles Aristarchus, Pudens, and Trophimus, / entreat the merciful God / to grant our souls forgiveness of transgressions.
Troparion of the Apostles Tone 4
Together let us honour the threefold choir of Christ's Apostles/ Aristarchos, Pudens and holy Trophimus;/ Like divine, rational rivers/ they watered the world with the Word./ By their intercessions, Christ our God, have mercy on us.
Ἀπολυτίκιον. Ἅγιοι Ἀπόστολοι Ἦχος γ´
Ἀπόστολοι ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Ἀπολυτίκιον. Ἅγιοι Ἀπόστολοι Ἦχος δ´. Ταχὺ προκατάλαβε
Χορείαν τὴν τρίπλοκον, τῶν Ἀποστόλων Χριστοῦ, συμφώνως τιμήσωμεν, ὡς ποταμοὺς λογικούς, τῆς θείας χρηστότητος, Πούδην σὺν Ἀριστάρχῳ, καὶ Τροφίμῳ τῷ θείῳ, λόγοις θεογνωσίας, καταρδεύσαντας κόσμον. Αὐτῶν Χριστὲ μεσιτείαις, πάντας οἰκτείρησον.
●
Kontakion of St Leonides Tone 4
Inspired Hierarch Leonides,/ thou didst end thy life as a martyr./ Thou didst rejoice in thy torments/ and enter the Kingdom of Heaven./ Pray to the Lord for us who celebrate thy memory.
Κοντάκιον. Ἅγιος Λεωνίδης Ἀθηνῶν Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ὡς Ἱεράρχης ἐνθεώτατος Πάτερ, μαρτυρικῶς τὸν σὸν ἐτέλεσας βίον, Ἱερομάρτυς Λεωνίδα ἔνδοξε· χαίρων γὰρ ὑπήνεγκας, τῆς σαρκὸς τὰς ὀδύνας· ὅθεν μεταβέβηκας, πρὸς οὐράνιον λῆξιν, ὑπὲρ ἡμῶν πρεσβεύων πρὸς Χριστόν, τῶν ἐκτελούντων, τὴν πάνσεπτον μνήμην σου.
Κοντάκιον. Ἅγιος Κρήσκης Ἦχος πλ. δ´. Εἰ καὶ ἐν τάφῳ
Εἰ καὶ ἐν γῆρᾳ ἐδέξω τὴν ἄθλησιν, ἀλλὰ νεάζον ἐκτήσω τὸ φρόνημα, καὶ τὴν ἔπαρσιν τοῦ ἐχθροῦ, καθεῖλες στερρῶς, συνεργὸν ἐν ἀγῶσι τὸν Λόγον κτησάμενος· οὗ τὸ πάθος δοξάσας, τῆς τούτου ἐγέρσεως, μέτοχος ὤφθης, ὦ Κρήσκη πολύαθλε.
Kontakion of the Apostles Tone 1
Apostles of Christ, the Saviour's labourers,/ you are the light of the world./ Intercede for us who praise your glorious memory,/ and pray that we may be saved.
Kontakion of the Apostles Tone 1
Apostles of Christ and laborers for the Savior, / Aristarchus, Pudens, and Trophimus, / you are the light of the world. / Intercede for us who praise your glorious memory / and pray that we may be saved.
Kontakion of the Apostles Tone 4 "Thou hast appeared today..."
This honored festival of the apostles hath appeared today,/ illumining us and dispelling the darkness of sin from those who cry:// Light hath appeared and deliverance hath come!
Κοντάκιον. Ἅγιοι Ἀπόστολοι Ἦχος πλ. δ´. Ὡς ἀπαρχάς τῆς φύσεως
Ὡς ἱεροί συνέκδημοι, Παύλου τοῦ θεοκήρυκος, τὴν οἰκουμένην σὺν τούτῳ διήλθετε, γνῶσιν τὴν θείαν σπείραντες, Ἀρίσταρχε θεόφρον, σὺν Τροφίμῳ τῷ Θείῳ καὶ Πούδη ἔνδοξε· διὸ καὶ ἠθληκότες, ἀξίως συνεδοξάσθητε.
●
Μεγαλυνάριον. Ἅγιος Λεωνίδης Ἀθηνῶν
Χαίροις τῆς Ἑλλάδος θεῖος βλαστός, Ἱερομαρτύρων Λεωνίδα ἡ καλλονή· χαίροις Ἀθηναίων, ὁ θεῖος Ποιμενάρχης, καὶ πρὸς Χριστὸν μεσίτης, Πάτερ θερμότατος.
Μεγαλυνάριον. Ἅγιος Κρήσκης
Θάρσους ὢν ἀνάπλεως εὐσεβοῦς, Κρήσκη διελέγχεις, τῶν τυράννων τὸ ἀσεβές, καὶ ὥσπερ θυσία, τερπνὴ Χριστῷ ἐτύθης, διὰ πυρὸς τὸ τέλος, δεχθεὶς τὸ ἅγιον.
Μεγαλυνάριον.Ἅγιοι Ἀπόστολοι
Τρίφωτος λυχνία τῶν ἀγαθῶν, τῶν τῆς εὐσεβείας, ἐχρημάτισαν τοῖς ἐν γῇ, Ἀρίσταρχος Πούδης, καὶ Τρόφιμος ὁ θεῖος, τοῖς ἐν νυκτὶ τοῦ βίου, τὸ φῶς ἐκλάμποντες.

No comments:
Post a Comment